Ancient Greek
16.5 to 16.6
Corpus Hermeticum, Stobaei Hermetica 16.5-6
Not analysed yet
⟨ἕνεκ⟩α σώματος τοίνυν ὁ τόπος καὶ ὁ χρόνος καὶ ἡ φυσικὴ κίνησις. τυγχάνει δὲ ἕκαστον τούτων τῆς ἰδίας ἰδιότητος· ἰδιότης δὲ [τοῦ] τόπου παραδοχή, χρόνου δὲ διάστημα καὶ ἀριθμός, ⎡φύσεως δὲ κίνησις, [ἁρμονίας δὲ φιλία,] σώματος δὲ μεταβολή. ⎤ἰδιότης δὲ ψυχῆς ἡ κατ᾽ οὐσίαν νοη⟨τὴν κίνη⟩σις.