Ancient Greek · ~2 min
Excerpt 18
Corpus Hermeticum, Stobaei Hermetica 18.1
Not analysed yet
⎡ἔστι τοίνυν οὐσία καὶ λόγος καὶ νόημα καὶ διάνοια. φέρεται δὲ ἐπὶ τὴν οὐσίαν. φέρεται δ᾽ ἐπὶ τὴν διάνοιαν καὶ δόξα καὶ αἴσθησις. ἴεται δ᾽ ὁ λόγος ἐπὶ τὴν οὐσίαν. τὸ δὲ νόημα δι᾽ αὐτοῦ ἴεται. ἐπιπλέκεται δὲ τὸ νόημα τῇ διανοίᾳ· ἔλθοντα δὲ δι᾽ ἀλλήλων μία ἰδέα ἐγένοντο. αὕτη δέ ἐστιν ἡ τῆς ψυχῆς. φέρεται δ᾽ ἐπὶ τὴν αὐτῆς διάνοιαν δόξα καὶ αἴσθησις. ταῦτα δὲ ἐπὶ τοῦ αὐτοῦ οὐ μένει. ⎤