Ancient Greek · ~4 min
18.2 to 18.5
Corpus Hermeticum, Stobaei Hermetica 18.2-5
Not analysed yet
⟨. . . ⟩ἔνθεν καὶ ὑπερβάλλει καὶ ἐλλείπει, καὶ ἑαυτῷ διαφέρεται. χεῖρον μὲν γίνεται ὅταν ἀποσπασθῇ τῆς διανοίας· ὅταν δὲ ἀκολουθῇ καὶ πείθηται, κοινωνεῖ τῷ [νοηματικῷ] λόγῳ ⎡διὰ τῶν μαθημάτων⎤. ⟨. . . ⟩τὸ δὲ αἱρεῖσθαι ἔχομεν· τὸ γὰρ αἱρεῖσθαι τὸ κρεῖττον ἐφ᾽ ἡμῖν ἐστίν, ὁμοίως δὲ καὶ τὸ χεῖρον. ⟨. . . ⟩ἀκουσίως· ἐχομένη γὰρ [αἵρεσις] ⟨ἡ ψυχὴ⟩ τῶν κακῶν πλησιάζει τῇ σωματικῇ φύσει, ⟨καὶ⟩ διὰ τοῦτο τῷ ⟨τὸ χεῖρον⟩ ἑλομένῳ εἱμαρμένη δυναστεύει. ⎡ἐπεὶ τοίνυν⎤ ἡ ἐν ἡμῖν [σωματικὴ] ⟨νοητικὴ⟩ οὐσία αὐτεξούσιός ἐστιν. [ὁ περὶ νοηματικὸς λόγος.] αὕτη δ᾽ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχει, ⟨⟨ἀμέτοχος οὖσα τῆς τῶν γινομένων φύσεως,⟩⟩ ⟨καὶ⟩ διὰ τοῦτο εἱμαρμένη ταύτΗϲ οὐχ ἅπτεται. ⎡παραθεῖσα δὲ τὸν πρῶτον ἀπὸ τοῦ πρώτου θεοῦ διανοητικὸν λόγον προίησι καὶ ὅλον τὸν λόγον. ⎤⟨. . . ⟩⎡ον⎤ συνέταξε⟨ν ἡ⟩ φύσις τοῖς γιγνομένοις· τούτοις ⟨δὲ ἡ⟩ ψυχὴ κοινωνήσασα κοινωνεῖ καὶ τ῀Ης τούτων εἱμαρμέντΗς. [[ἀμέτοχος οὖσα τῆς τῶν γινομένων φύσεως.]]