Ancient Greek
Excerpt 19
Corpus Hermeticum, Stobaei Hermetica 19.5
Not analysed yet
καὶ τὸ μὲν πνεῦμα τοῦ σώματός ⟨ἐστι τὸ αἰσθητικόν⟩, ὁ δὲ λόγος τῆς οὐσίας ⟨⟨ἐστὶ τὸ φρονοῦν. συνυπάρχει δὲ τῷ ⟨μὲν⟩ λόγῳ ἡ τῶν ⎡τιμίων⎤ γνῶσις, τῷ δὲ πνεύματι ἡ δόξα· ⟩⟩⟨ὁ μὲν γὰρ⟩ τοῦ ⎡καλοῦ⎤ θεωρητικός ἐστι, τὸ δὲ [αἰσθητικὸν πνεῦμα] τῶν φαινομένων κριτικόν ἐστι. διῄρηται δὲ ⟨τὸ πνεῦμα⟩ εἰς τὰς ὀργανικὰς αἰσθήσεις, καὶ ἔστι [τι] μέρος αὐτοῦ [πνενματικὴ] ὁρατικ⟨ὸν⟩ καὶ ἀκουστικὸν καὶ ὀσφρητικὸν καὶ γευστικὸν καὶ ἁπτικόν. τοῦτο τὸ πνεῦμα ⎡ἀνάγον γενόμενον διανοίας⎤ κρίνει ⎡τὸ αἰσθητικόν⎤· εἰ δὲ μή. φαντάζεται μόνον.