Ancient Greek · ~4 min
19.1 to 19.4
Corpus Hermeticum, Stobaei Hermetica 19.1-4
Not analysed yet
⟨ἡ⟩ ψυχὴ τοίνυν ἐστὶν ⎡ἀίδιος νοητικὴ οὖσα νόημα ἔχουσα τὸν ἑαυτῆς λόγον. συννοοῦσα δὲ διάνοιαν τῆς ἁρμονίας ἐπισπᾶται. ⎤ἀπαλλαγεῖσα δὲ τοῦ φυσικοῦ σώματος, αὐτὴ καθ᾽ αὑτὴν μένει [αὐτὴ ἑαυτῆς οὖσα] ἐν τῷ νοητῷ κόσμῳ. ⎡ἄρχει δὲ τοῦ ἑαυτῆς λόγου φέρουσα ὁμοίαν κίνησιν ἐν τῷ ἑαυτῆς νοήματι ὀνόματι ζωὴν τῷ εἰς ζωὴν ἐρχομένῳ. ⎤τοῦτο γὰρ ἴδιον ψυχῆς, τὸ παρέχειν ἑτέροις ὅμοιόν ⟨τι⟩ τῇ ⎡ἰδιότητι⎤ αὐτῆς. δύο τοίνυν εἰσὶ ζωαὶ καὶ δύο κινήσεις, μία μὲν ἡ κατ᾽ οὐσίαν, ἑτέρα δὲ ἡ κατὰ φύσιν [σώματος]. καὶ ἡ μὲν [γενικωτέρα καὶ ἡ] κατ᾽ οὐσίαν αὐτεξούσιος, ἡ δὲ ἀναγκαστ[ικ]ή· πᾶν γὰρ τὸ κινούμενον τῇ τοῦ κινοῦντος ἀνάγκῃ ὑποτέτακται. ⎡ἡ δὲ κινοῦσα κίνησις τῷ τῆς νοητικῆς οὐσίας ἔρωτι ᾠκείωται. εἴη γὰρ ἂν ψυχὴ ἀσώματος⎤ ἀμέτοχος οὖσ[ι]α τοῦ φυσικοῦ σώματος. εἰ γὰρ ⎡ἔχει σῶμα⎤, οὔτε λόγον ἔχει οὔτε νόησιν. πᾶν γὰρ σῶμα ἀνόητον· μεταλαβὸν δὲ οὐσίας, τὸ εἶναι ζῷον ἔμπνουν ἔσχε.