Ancient Greek · ~2 min
Excerpt 20
Corpus Hermeticum, Stobaei Hermetica 20.4
Not analysed yet
καλεῖται δὲ ⟨ὁ ἄνθρωπος⟩ ζῷον μὲν διὰ τὴν ζωήν, λογικὸν δὲ διὰ τὸ νοερόν, θνητὸν δὲ διὰ τὸ σῶμα. ⟨ἡ⟩ ψυχὴ ἄρα [ἀσώματος], ἀμετάπτωτον ἔχουσα τὴν δύναμιν ⟨τοῦ ζωὴν παρέχειν, τῷ ἀνθρώπῳ⟩ ⟨⟨παρέχει [δὲ ἡ ψυχὴ] ζωὴν νοεράν. ⟩⟩πῶς γὰρ οἷόν τέ ἐστι λέγειν ζῷον [νοερὸν] ⟨τὸν ἄνθρωπον⟩, μὴ οὔσης οὐσίας τῆς καὶ παρεχούσης ζωήν; ἀλλὰ οὐδὲ λογικὸν οἷόν τέ ἐστιν εἰπεῖν, μὴ οὔσης [τῆς διανοητικῆς] οὐσίας τῆς καὶ παρεχούσης νοερὰν ζωήν.