Ancient Greek
Excerpt 20
Corpus Hermeticum, Stobaei Hermetica 20.5
Not analysed yet
⟨⟨οὐκ⟩⟩ ἐν πᾶσι δὲ [[οὐκ]] ⟨ἐπὶ τὸ τέλος⟩ ἀφικνεῖται τὸ νοερόν, διὰ ⟨τὸ ἔν τισι μὴ κατὰ τὸ μέσον ἡρμόσθαι⟩ τὴν τοῦ σώματος σύστασιν [πρὸς τὴν ἁρμονίαν]. ἐὰν γὰρ ὑπερέχῃ ἐν τῇ συστάσει τὸ θερμόν, κοῦφος καὶ ἔνθερμος γίνεται ⟨ὁ ἄνθρωπος⟩· ἐὰν δὲ τὸ ψυχρόν, βαρὺς καὶ νωχελὴς γίνεται. ⟨ἡ μὲν⟩ ⟨⟨γὰρ⟩⟩ φύσις [[γὰρ]] ἁρμόζει τὴν τοῦ σώματος σύστασιν ⎡πρὸς τὴν ἁρμονίαν⎤· ⟨⟨παραλαβοῦσα δὲ ⟨ἡ⟩ ψυχὴ ⟨τὸ σῶμα⟩ καθὼς εἴργασται, [τ]οὕτω παρέχει ζωὴν τῷ τῆς φύσεως ἔργῳ. ⟩⟩