Ancient Greek
Excerpt 21
Corpus Hermeticum, Stobaei Hermetica 21.1
Not analysed yet
ἔστι τοίνυν τὸ προὸν ἐπ[ι]⟨έκεινα⟩ πάντων τῶν ὄντων, καὶ τῶν ὄντως ὄντων προόν. ⎡ὂν γάρ ἐστι δι᾽ οὗ⎤ ἡ οὐσιότης, [ἡ] καθόλου λεγομένη, κοινή ⟨ἐστι τῶν⟩ νοητῶν ⟨καὶ τῶν αἰσθητῶν⟩. ⟨. . . ⟩τῶν ὄντως ὄντων καὶ [τῶν ὄντων τῶν] καθ᾽ ἑαυτὰ νοουμένων. τὰ δὲ ⟨αἰσθητά⟩, ἐνάντια ⟨ὄντα⟩ τούτοις, κατὰ τὸ ἕτερον πάλιν ⟨ἔστιν· οὐ γὰρ⟩ αὐτὰ καθ᾽ ἑαυτὰ ἔστι. ⟨. . . ἡ δὲ⟩ φύσις οὐσία αἰσθητή, ἐχουσα ἐν ἑαυτῇ ⟨τὰ⟩ αἰσθητὰ πάντα. μεταξὺ δὲ τούτων [νοη[μα]τ[ικ]οὶ καὶ αἰσθητοὶ θεοὶ] ⟨τὰ δοξαστά⟩, τὰ μὲν μετέχοντα τῶν νοητῶν, τὰ δὲ ⟨οὔ⟩. [δοξαστὰ τὰ κοινωνοῦντα τῶν νοη[μα]τ[ικ]ῶν.]