Ancient Greek
20.6 to 20.7
Corpus Hermeticum, Stobaei Hermetica 20.6-7
Not analysed yet
εἴδη δὲ τῆς ⟨τοῦ σώματος⟩ ἁρμονίας τρία, τὸ κατὰ τὸ θερμόν, καὶ τὸ κατὰ ⟨τὸ⟩ ψυχρόν, καὶ τὸ κατὰ τὸ μέσον· ἁρμόζει δὲ ⟨ἡ φύσις⟩ κατὰ τὸν ἐπικρατήσαντα ἀστέρα τῆς συγκρά[τη]σεως [τῶν ἀστέρων]. [[παραλαβοῦσα δὲ ψυχὴ καθὼς εἴργασται τούτῳ παρέχει ζωὴν τῷ τῆς φύσεως ἔργῳ.]] ἡ φύσις τοίνυν ὁμοιοῖ τὴν ἁρμονίαν τοῦ σώματος τῇ τῶν ἀστέρων ⎡συγκράσει⎤, ⎡καὶ ἑνοῖ τὰ πολυμιγῆ πρὸς τὴν τῶν ἄστρων ἁρμονίαν⎤ ὥστε ἔχειν πρὸς ἄλληλα συμπάθειαν. ⎡τέλος γὰρ τῆς τῶν ἀστέρων ἁρμονίας τὸ γεννᾶν συμπάθειαν καθ᾽ εἱμαρμένην αὐτῶν. ⎤