Ancient Greek · ~3 min
23.10 to 23.13
Corpus Hermeticum, Stobaei Hermetica 23.10-13
Not analysed yet
ταῦτα εἰπόντων ἐμειδίασεν ὁ θεός, καὶ εἶπε Φύσιν εἶναι. καὶ θῆλυ πάγκαλον χρῆμα ἐκ τῆς φωνῆς αὐτοῦ προῆλθεν, ὃ καὶ θεωρήσαντες οἱ θεοὶ κατεπλάγησαν· καὶ ταύτην Φύσεως ⟨ὀ⟩Νόματι ἐτίμησεν ὁ θεὸς ὁ προπάτωρ. ⟨⟨καὶ τῇ [Εὑρέσει] ⟨Φύσει⟩ τὸ[υ] τῶν [τὸ] κάτω πάΝτων ἐχαρίσατο ἡγεμονικόν,⟩⟩ καὶ ταύτηΝ προσέταξεν εἶναι ⟨. . . σπερμάτων⟩ γεννητικήν. [[καὶ ταῦτα ἔτι εἰς τὸ περιέχον ἀτενίσας φώνησεν· Ἔστω πεπληρωμένος ὁ οὐρανὸς ἅπασιν ἀήρ τε καὶ αἰθήρ. εἶπεν ὁ θεὸς καὶ ἦν.]] ἡ δὲ Φύσις ἑαυτῇ λαλήσασα ἔγνω ὡς μὴ δέον αὐτήν ἐστι παρακοῦσαι τῆς τοῦ πατρὸς ἐντολῆς· καὶ ⟨. . . ⟩. [καλὴν Πόνῳ συνελθοῦσα[ν] θυγατέρα ἐποίησεν, ἣν Εὕρεσιν ἐκάλεσε.] [τῇ δὲ ὁ θεὸς ἐχαρίσατο ⎡εἶναι⎤, καὶ χαρισάμενος.] [διέκρινε τὰ ἤδη γεγονότα, καὶ ἐπλήρωσεν αὐτὰ μυστηρίων.] [[καὶ τῇ Εὑρέσει τούτων τὸ κατὰ τούτων ἐχαρίσατο ἡγεμονικόν.]]