Ancient Greek
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.9
Not analysed yet
ἱκανὸΝ δὲ τὸΝ μέσοΝ ἤργει χρόνοΝ [ἐκέκρυπτο] [[καὶ]] ἡ ⟨τῶν ὑποκειμένων⟩ φύσις, ὦ τέκνον, ⟨⟨καὶ⟩⟩ ἐτύγχανε στεῖρα, ἕως αὐτοὶ οἱ ἤδη περιπολεῖν τὸν οὐρανὸν κελευσθέντες ⟨⟨θεοί⟩⟩, τῷ πάντων [[θεῷ]] βασιλεῖ προσελθόντες, τὴν τῶν ⟨κάτω⟩ ὄντων ἡσυχίαν ἀπήγγειλαν, καὶ ὅτι δέον ἐστὶ συγκοσμηθῆναι ⟨καὶ ταῦ⟩τα [σύμπαντα] [[καὶ τοῦτο οὐχ ἑτέρου τινός ἐστιν ἔργον ἢ αὐτοῦ]]· καὶ Δεόμεθά σου ἔλεγον τὰ νῦν ὄντα καὶ [ὧν] ὕστερον ⟨ἐσόμενα τίνος⟩ ἔχει χρείαν διασκέψασ⟨θαι⟩. ⟨⟨καὶ ⟨γὰρ⟩ τοῦτο οὐχ ἑτέρου τινός ἐστιν ἔργον ἢ αὐτοῦ⟩⟩ ⟨σοῦ⟩.