Ancient Greek · ~3 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.14
Not analysed yet
⟨. . . ⟩αὐτὸς δ᾽ οὐκέτι βουλόμενος ἀργὸν τὸν ὑπο⟨υ⟩ράνιο⟨ν⟩ κόσμον εἶναι, ἀλλὰ ⎡πνευμάτων⎤ πληρῶσαι δοκιμάσας ⟨καὶ⟩ τοῦτον, ὡς μὴ τὰ κατὰ μέϲοΝ ἀκίνητα [καὶ ἀργὰ] μένῃ, οὕτως εἰς ταῦτα ἤρξατο τεχνιτεία[ι]ς, οὐσ⟨ί⟩αις πρὸς τὴν τοῦ [ἰδίου] ἔργου ⟨ἀπο⟩τέλεσιν χρησάμενος ⟨ἐπιτη⟩Δείαις. πνεῦμα γὰρ ὅσον ἀρκετὸν ἀπὸ τοῦ ἰδίου λαβών, καὶ νοερῷ τοῦτο πυρὶ μίξας, ἀγνώστοις τισὶν ἑτέραις ὕλαις ἐκέρασε· καὶ ταῦτα [ἑκάτερον ἑκατέρῳ] μετά τινων ἐπιφωνήσεων κρυπτῶν ἑνώσας, τὸ πᾶν οὕτως εὖ μάλα διεκί⟨ρ⟩νησε⟨ν⟩ [κρᾶμα], ἕως ἐπεγέλασέ τις ὕλη τῷ μίγματι λεπτοτέρα τε καὶ καθαρωτέρα μᾶλλον [καὶ διαφανεστέρα] ἢ ἐξ ὦν ἐγίνετο· διειδὴς δὲ ἦν αὕτη, ἣν δὴ καὶ μόνος ὁ τεχνίτης ἑώρα.