Ancient Greek
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.51x
Not analysed yet
⟨οὕτω δὴ⟩ ⟨⟨ἐφάνη μὲν οὐρανὸς ἄνω συγκεκοσμημένος τοῖς ἑαυτοῦ μυστηρίοις πᾶσι, [κραδαινομένη ἔτι γῆ ἡλίου λάμψαντος ἐπάγη καὶ] ἐφάνη ⟨δὲ καὶ γῆ⟩ πᾶσι τοῖς περὶ αὐτὴν συγκεκοσμημένΗ[ς] καλοῖς. καλὰ γὰρ τῷ θεῷ καὶ τὰ θνητοῖς εἶναι νομιζόμενα φαῦλα, ὅτι δὴ τοῖς τοῦ θεοῦ νόμοις δουλεύειν ἐποιήθη. ἔχαιρε δὲ ὁ θεὸς ὁρῶν ἤδη ἑαυτοῦ τὰ ἔργα κινούμενα. ⟩⟩