Ancient Greek · ~2 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.18
Not analysed yet
τοσαῦτα εἰπὼν ὁ θεὸς [ὁ κἀμοῦ κύριος] τὰ λοιπὰ τῶν στοιχείων [συγγενῆ] μίξας, ὕδωρ καὶ γῆν, ⟨⟨καὶ ζωοποιὸν ἐΜΦυσΉσας⟩⟩ ⟨τινὰ οὐσίαν⟩, καί τινας [ὁμοίως] κρυπτοὺς ἐπειπὼν λόγους, δυνατοὺς μέν, οὐ τοῖς πρώτοις δ᾽ ὁμοίους, εὖ τε κιρνΉσας [[καὶ ζωοποιὸν ἐνθουσιάσας]], ⟨τὸν⟩ τῷ κράματι ἐπιπλέοντα [ὁμοίως] ἐπίπαγον [εὐβαφῆ τε καὶ] εὐ[π]αγῆ γενόμενον ἔλαβε, καὶ ἐκ τούτου τὰ [ἀνθρωποειδῆ] ⟨πνεύματα⟩ τῶν ζῴων διέπλασε·