Ancient Greek · ~2 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.19
Not analysed yet
τὸ δὲ τοῦ μίγματος λείψανον ταῖς ἤδη προκοψάσαις ψυχαῖς ἔδωκε, [ψυχαῖς δὲ ταύταις] ταῖς εἰς [χωρία θεῶν καὶ] τοὺς ἐγγὺς ἄστρων τόπους ⟨ἀναβάσαις⟩, καὶ ἱεροῖς δαίμοϲι μετακεκλημένα⟨ι⟩ς, [πλάσσετε] λέγων Ὦ τέκνα, τῆς ἐμῆς ⎡φύσεως⎤ γεννήματα, δέχεσθε τῆς ἐμῆς τεχνι⟨τεία⟩ς τὰ λείψανα, καὶ ἑκάστη τῇ ἑαυτῆς φύσει ⟨πεποιθυῖα⟩ πλασσέτω τι [παραπλήσιον]· παραθήσομαι δ᾽ ἐΓὼ [καὶ] ταῦθ᾽ ὑμῖν παραδείγματα. καὶ λαβὼν εὖ καὶ καλῶς ⟨. . . ⟩