Ancient Greek
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.2
Not analysed yet
Ἐπκειμένου, τέκνον Ὧρε, τῇ τῶν ὑπο⟨κάτω⟩ [κειμένων] φύσει πάσῃ τοῦ πολυστέφους οὐρανοῦ, ⎡καὶ κατ᾽ οὐδένα τόπον στερουμένου τινὸς ὧν νῦν ὁ σύμπας ἔχει κόσμος⎤, ἀνάγκη πᾶσα ὑπὸ τῶν ὑπερκειμένων συγκεκοσμῆσθαι καὶ πεπληρῶσθαι φύσιν πᾶσαν τὴν ὑποκειμένην· οὐ γὰρ δήπου δυνατὰ ⟨⟨τὰ κάτω⟩⟩ κοσμῆσαι [[τὰ κάτω]] τὸν ὕπερθεν [δια]κόσμον. ἀνάγκη τοίνυν τοῖς κρείττοσι μυστηρίοις εἴκειν τὰ ἐλάσσονα· κρείσσων δὲ τῶν ὑποκειμένων ἡ τῶν μετεώρων ἐστὶ [δια]τάξις, καὶ τῷ παντὶ ἀσφαλής [τε], καὶ θνητῶν οὐχ ὑποπίπτουσα διανοίᾳ.