Ancient Greek
23.32x to 23.1
Corpus Hermeticum, Stobaei Hermetica 23.32x-1
Not analysed yet
⟨⟨Πρόσεχε, τέκνον Ὧρε· κρυπτῆς γὰρ ἐπακούεις θεωρίας, ἧς ὁ μὲν προπάτωρ Καμῆφις ⟨ἦν ἀρχηγέτης, Ἑρμῆς δὲ⟩ ⟨⟨παρὰ τοῦ πάντων προγενεστέρου Καμήφεως⟩⟩ ἔτυχεν ἐπακούσας, ⟨ἐγὼ δὲ⟩ παρὰ Ἑρμοῦ τοῦ [πάντων ἔργων] ὑπομνηματογράφου [[παρὰ τοῦ πάντων προγενεστέρου Καμήφεας], ὁπότ᾽ ἐμὲ καὶ ⎡τῷ τελείῳ μέλανι ἐτίμησε⎤, νῦν δὲ αὐτὸς σὺ παρ᾽ ἐμοῦ. —⟩⟩ταῦτα εἰποῦσα Ἶ σις ἐγχεῖ π⟨ρ⟩ῶτον Ὥρῳ γλυκύ[ν] τι π[ρ]οτὸν ἀμβροσίας, ὃ αἱ ψυχαὶ λαμβάνειν ἔθος ἔχουσιν ⎡θεῶν⎤, καὶ οὕτως τοῦ ἱερωτάτου λόγου ἄρχεται [Ἶσις].