Ancient Greek · ~3 min
23.20 to 23.22
Corpus Hermeticum, Stobaei Hermetica 23.20-22
Not analysed yet
[[τὸν ζῳδιακὸν συμφώνως ταῖς ψυχικαῖς κινήσεσι διέταξε κόσμον, πρὸς τοῖς ἀνθρωποειδέσι τῶν ζῳδιακῶν τὰ ἑξῆς ἀπαρτίσας οἷον ζῳδίοις, καὶ τὰς πανούργους ἐχαρισάμην δυνάμεις καὶ πάντεχνον πνεῦμα γεννητικὸν τῶν εἰς ἀεὶ μελλόντων ἔσεσθαι καθολικῶς πάντων.]] ⟨. . . ⟩καὶ ἀπέστη, ὑποσχόμενος τοῖς ὁρατοῖς ἔργοις αὐτῶν τὰ ⟨ἀ⟩όρατα πνεύμα⟨τα⟩ ἐπιζεῦξαι, ⟨ἐξ⟩ουσίαν τε ὁμοιογονίας ⟨δοῦναι⟩ ἑκάστῳ, ὅπως [αὑτῷ [αὐτοῖς] ἕτερα γεννᾷ ὅμοια,] αὐτα⟨ι⟩ [τε] ΜΗΚέτι ἀνάγκην ἔχωσιν ἄλλο τι ποιεῖν ⟨παρ᾽⟩ ἃ ἔφθησαν ἐργάσασθαι. —Τί οὖν, ὦ τεκοῦσα, ἐποίησαν αἱ ψυχαί; —καὶ εἶπεν Ἶσις· Τὸ κεκερασμένον, ὦ τέκνον Ὧρε, [τῆς ὕλης] λαβο῀Υϲαι κατενόουν πρῶτον [καὶ τὸ τοῦ πατρὸς προσεκύνουν κρᾶμα], καὶ ὁπόθεν ἦ⟨ν⟩ συμπεπλεγμένον ἐπεζήτουν· τὸ δὲ ἦν αὐταῖς οὐκ εὔπορον ἐπιγνῶναι. ἔνθεν δὴ καὶ ὅτι ἐπεήτησαν ἐφοβοῦντο μὴ τῷ τοῦ πατρὸς ὑποπέσωσι χόλῳ· καὶ ἐπὶ τὸ πράττειν τὰ προσταχθέντα ἐτράπησαν.