Ancient Greek · ~2 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.24
Not analysed yet
[αυτ]αἱ Δὲ ⟨ψυχαί⟩, ὦ τέκνον, ὡς ⟨μέγα⟩ τι πράξασαι, ἤδη καὶ περίεργον ὡπλίζοντο τόλμαν, καὶ παρὰ τὰ διατεταγμένα ἐποίουν· ⟨⟨τοῖς ⟨γὰρ⟩ ἐν οὐρανῷ θεοῖς ἐφιλονείκουν, ⟨ἴ⟩ϲης [ε]αὐτοῖς εὐγενείας [περικρατοῦσαι καὶ] ἀντιλαμβανόμενοι, ὡς καὶ αὐταὶ τοῦ αὐτοῦ [ε]τυχο῀Υ⟨σαι⟩ δημιουργοῦ. ⟩⟩καὶ ἤδη τῶν ἰδίων τμημάτων [καὶ ταμιείων] προήρχοντο· καὶ ⟨γὰρ⟩ ἐφ᾽ ἑνὸς οὐκέτι ἤθελον τόπου μένειν, ἀεὶ δὲ ἐκνοῦντο, καὶ τὸ [ἔτι] ἐπὶ μιᾶς μονῆς εἶναι θάνατον ἡγοῦντο.