Ancient Greek · ~2 min
23.25 to 23.26
Corpus Hermeticum, Stobaei Hermetica 23.25-26
Not analysed yet
τοῦτο μὲν οὖν [φησίν], ὦ τέκνον, ⟨⟨ὡς⟩⟩ Ἑρμῆς [[ὡς]] [κ] ἑμοἰ λέγων ⟨ἔφη⟩, [καὶ] τὸν τῶν ὅλων κύριον [καὶ θεὸν] οὐκ ἐλάνθανον [ὃ] πράσσουσαι· κόλασιν δὲ αὐταῖς ἐπέζητει [καὶ δεσμὸν ὃν τλημόνως ὑπομενοῦσι]. καὶ δὴ καὶ ἔδοξε τῷ πάντων ἡγεμόνι καὶ δεσπότῃ τὸ τῶν ἀνθρώπων σύστημα [τι] τεχνήσασθαι, ὅπως ἐν τούτῳ τὸ τῶν ψυχῶν διαπαντὸς γένος κολάζηται. Τότε δὴ μεταπεμψάμενος ἐμέ, φησὶν Ἑρμῆς, εἶπεν Ὦ ψυχῆς ἐμῆ⟨ς⟩ ψυχὴ καὶ νοὸς ἱερο῀Υ ἐμοῦ νοῦ⟨ς,. . . ⟩.