Ancient Greek · ~1 min
23.31 to 23.32
Corpus Hermeticum, Stobaei Hermetica 23.31-32
Not analysed yet
αἱ δὲ τότε πρῶτον [[στυγνάσασαι]] κατακρίτους ἑαυτὰς μαθοῦσαι ⟨⟨⟨ἐ⟩στύγνασαΝ⟩⟩. [ἐθαύμασα οὖν] ⟨λέξω δέ σοι⟩ καὶ τοὺς τῶν ψυχῶν λόγους. [[πρόσεχε, τέκνον Ὧρε, κρυπτῆς γὰρ ἐπακούεις θεωρίας, ἧς ὁ μὲν προπάτωρ Καμῆφις ἔτυχεν ἐπακούσας παρὰ Ἑρμοῦ τοῦ πάντων ἔργων ὑπομνηματογράφου, παρὰ τοῦ πάντων προγενεστέρου Καμήφεως, ὁπότε με καὶ τῷ τελείῳ μέλανι ἐτίμησε, νῦν δὲ αὐτὸς σὺ παρ᾽ ἐμοῦ.]]