Ancient Greek · ~2 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.30
Not analysed yet
⟨. . . ⟩ἐγὼ δέ, φησὶν Ἑρμῆς, ἐπεζήτουν ὕλην, τίνι δέον ἐστὶ χρήσασθαι. καὶ παρεκάλουν τὸν μόναρχον· ὁ δὲ ταῖς ψυχαῖς προσέταξε τοῦ κράματος τὸ λείψανον δοῦναι. καὶ λαβὼν εὗρον αὐτὸ παντελῶς ξηρόν. ἔνθεν πολλῷ [πλείονι τοῦ δέοντος] ἐχρησάμην ⟨εἰς⟩ κατάμιξιν ὕδατι, ⟨οὕτ⟩ως ⟨δὲ⟩ τὴν τῆς ὕλης σύστασιν νεαροποιήσας[θαι] [ὡς ἔκλυτον παντάπασιν καὶ ἀσθενὲς καὶ ἀδύνατον τὸ πλασσόμενον εἶναι] [ὡς μὴ πρὸς τῷ συνετὸν εἶναι ἔτι καὶ δυνάμεως ᾖ πεπληραωμένον] ἔπλασα· καὶ καλὸν ὑπῆρχέ ⟨⟨μου τὸ ἔργον⟩⟩, καὶ ἐτερπόμην βλέπων [[μου τὸ ἔργον]]. καὶ [κάτωθεν] ἐπεκαλεσάμην τὸν μόναρχον θεωρῆσαι· ὁ δὲ καὶ εἶδε καὶ ἐχάρη, καὶ τὰς ψυχὰς ἐκέλευσεν ἐνσωματισθῆναι.