Ancient Greek · ~3 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.38
Not analysed yet
ἐπέτυχον, τέκνον Ὧρε, αἱ ψυχαὶ τα῀Υτa εἰποῦσαι· παρῆν γὰρ [καὶ] ⟨ὁ⟩ μόναρχος, καὶ [[τάδε]] ἐπὶ τοῦ τῆς ἀληθείας καθίσας θρόνου, ταῖς δεηθείσαις ἐφώνησεν ⟨⟨τάδε⟩⟩· [λόγοι τοῦ θεοῦ.] [[Ἔρως ὑμῶν, ψυχαί, δεσπόσει καὶ Ἀνάγκη· οἵδε γὰρ μετ᾽ ἐμὲ πάντων δεσπόται καὶ ταξίαρχοι.]] Ψυχαὶ [δὲ], ὅσαι τὴν ἀγήρατόν μου σκηπτοιυχίαν θεραπεύετε ⟨⟨ἐπέγναωτε δΉ⟨π⟩ου[ν] ὡς διὰ τὰ πρόσθεν πραχθέντα ὑμῖν κόλασιν ταύτην ὑπομένετε [τὴν ἐνσωμάτωσιν]. ⟩⟩ἴστε ⟨γὰρ⟩ ὡς ἕως μὲν ἀναμάρτητοι Ἦτε, τὰ ⟨πλησίον⟩ τοῦ οὐρανοῦ ᾠκεῖτε χωρία· ⟨ἐπ⟩εὶ δ᾽ ἄρα τις ὑμῶν [τινος] Ἤγγισε[ι] μέμψις, ⟨⟨σπλάγχνοις καταδικασθεῖσαι⟩⟩ θνητοῖς, καὶ αὐταὶ ⟨τὸν τούτοις⟩ προσμεμοιρα[σ]μένον χῶρον [[σπλάγχνοις καταδικασθεῖσαι]] ἐνοικήσετε, ⟨ὅπου⟩ ⟨⟨Ἔρως ὑμῶν [ψυχαὶ] δεσπόσει καὶ Ἀνάγκη· οἵδε γὰρ μετ᾽ ἐμὲ ⟨τῶν κάτω⟩ πάντων δεσπόται καὶ ταξίαρχοι. ⟩⟩