Ancient Greek · ~2 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.39
Not analysed yet
⟨⟨ἀλλ᾽ οὐκ [δὲ] εἰκῆ καὶ ὡς ἔτυχεν ἐνομοθέτησα τὰς Μεταβολὰς ὑμῶν· ἀλλ᾽ ὡς ἐπὶ τὸ χεῖρον ⟨. . . ⟩εἴ τι [δια]πράξετε ἄσχημον, οὕτως ἐπὶ τὸ βέλτιον, εἴ τι βουλεύ⟨σ⟩εσθε τῆς ἑαυτῶν γενέσεως ἄξιον. ἐγὼ γὰρ [καὶ οὔτις ἕτερος] ἐπόπτης αὐτὸς [καὶ ἐπίσκοπος] ἔσομαι· ⟩⟩κἂν μὲν ᾞ ὑμῶν μέτρια τὰ αἰτιάματα, τὸν ἐπίκηρον τῶν σαρκῶν [συν]δεσμὸν καταλιποῦσαι πάλιν ἀστένακτοι τὸν ἑαυτῶν ⎡οὐρανὸν⎤ ἀσπάσεσθε· εἰ δ’ ἄρα τινῶν μειζόνων ἁμαρτημάτων ἔσεσθε ⎡ποιητικαί⎤, [οὐ μετὰ τέλους καθήκοντος] τῶν πλασμάτων προελθοῦσαι ⎡οὐρανὸν⎤ μὲν οὐκέτι οἰκήσετε, οὐδ᾽ αὖ σώματα ἀνθρώπων, ⟨εἰς⟩ ζῷα δ᾽ ἄλογα μετα⟨βᾶσαι, χαμαὶ⟩ πλανώμεναι ⟨τὸ⟩ λοιπὸν διατελέσετε.