Ancient Greek · ~2 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.40
Not analysed yet
τάδε εἰπών, ὦ τέκνον Ὧρε, πάσαις αὐταῖς ⎡ἐχαρίσατο πνεύματα⎤, καὶ πάλιν ἐφώνησεν· [[Ἄλλους δὲ εἰκῆ καὶ ὡς ἔτυχεν ἐνομοθέτησε τὰς διαβολὰς ὑμῶν, ἄλλως ἐπὶ τὸ χεῖρον εἴ τι διαπράξετε ἄσχημον, οὕτως ἐπὶ τὸ βέλτιον εἴ τι βουλεύεσθε τῆς ἑαυτῶν γενέσεως ἄξιον· ἐγὼ γὰρ καὶ οὔτις ἕτερος ἐπόπτης αὐτὸς καὶ ἐπίσκοπος ἔσομαι.]] [[ἐπίγνωτε δὲ οὖν ὡς διὰ τὰ πρόσθεν πραχθέντα ὑμῖν κόλασιν ταύτην ὑπομένετε τὴν ἐνσωμάτωσιν.]]