Ancient Greek
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.5
Not analysed yet
τοῦτο δ᾽ [ἄν], ὦ τέκνον ἀξιοθαύμαστον Ὧρε, οὐκ ἂν ⟨ἦν⟩ ἐπὶ θνητ῀ιΗ σπορᾷ, ⟨εἰ μὴ⟩ ἐγεγόνει [οὐδὲ γὰρ ἦν οὐδέπω] ψυχὴ[ς δὲ τὴν] συμπάθειαν ἔχουσα[ς] τοῖς οὐρανοῦ μυστηρίοις. τ⟨οι⟩οῦτο⟨ς⟩ δὲ ἦν ὁ πάντα ⟨γ⟩νοὺς Ἑρμῆς· ὃς καὶ εἶδε τὰ σύμπαντα, καὶ ἰδὼν κατενόησε, καὶ κατανοήσας ἴσχυσε δηλῶσαι [τε καὶ δεῖξαι]. ⟨. . . · ⟩καὶ γὰρ ἃ ἐνόησεν ἐχάραξε, καὶ χαράξας ἔκρυψε⟨ν⟩ ⟨⟨ἀσφαλῶς⟩⟩, τὰ πλεῖστα σιγήσας [[ἀσφαλῶς]] [ἢ λαλήσας], ἵνα ζητῇ ταῦτα πᾶς αἰὼν ὁ μεταγενέστερος κόσμου.