Ancient Greek
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.6
Not analysed yet
καὶ οὗτος ⟨μέν⟩, τοὺς συγγενεῖς θεοὺς δορυφορεῖν ⟨προσταχθείς⟩, ἀνέβαινεν εἰς ἄστρα· ἀλλ᾽ ἦν αὐτῷ διάδοχος ὁ Τάτ, υἱὸς ὁμοῦ ⟨⟨τούτοΥ⟩⟩ καὶ παραλήπτωρ τῶν μαθημάτων [[τούτων]], οὐκ εἰς μακρὰν δὲ καὶ Ἀσκληπιὸς ὁ ⟨καὶ⟩ Ἰμούθης, ὁ Π⟨τ⟩ανὸς ⟨τοῦ⟩ καὶ Ἡφαίστου [βουλαῖς], ἄλλοι τε ὅσοι ⟨τὰ⟩ τῆς οὐρανίου θεωρίας π⟨λε⟩ίστῌ ἀκριβείᾳ ἔμελλον βουλομένης τῆς πάντων βασιλίδος ἱστορῆσαι προνοίας.