Ancient Greek
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.50
Not analysed yet
[[πάλιν ὁ μόναρχος σύγκλητον τῶν θεῶν ἐποίησε συνέδριον. καὶ οἱ θεοὶ παρῆσαν, καὶ πάλιν αὐτὸς ταῦτα οὕτως ἐφώνησε, Θεοί λέγων, ὅσοι τῆς κορυφαίας, ὅσοι καὶ ἀφθάρτου φύσεως τετεύχατε, οἳ τὸν μέγαν αἰῶνα διέπειν ἐς ἀεὶ κεκλήρωσθε, οἷς αὐτὰ ἑαυτοῖς ἀντιπαραδιδόντα οὐδέποτε κοπιάσει τὰ σύμπαντα, μέχρι πότε τῆς ἀνεπιγνώστου ταύτης δεσπόσομεν ἡγεμονίας; μέχρι πότε ἀθεώρητα γενήσεται ταῦτα ἡλίῳ καὶ σελήνῃ; ἕκαστος ἡμῶν ἐφ᾽ ἑαυτῷ γεννάτω. ἀπαλείψωμεν τῷ δύνασθαι τὴν ἔτι ἀργὴν σύστασιν ταύτην. ἄπιστος τοῖς μεταγενεστέροις μῦθος δὲ δοξάτω χάος εἶναι. ἔργων ἅπτεσθε μεγάλων, ἐγὼ δ᾽ αὐτὸς ἄρξομαι πρῶτος. εἶπε, καὶ εὐθέως κοσμικῶς τῆς ἔτι μελαίνης ἑνώσεως διάστασις ἐγένετο· καὶ]]