Ancient Greek · ~3 min
23.51 to 23.52
Corpus Hermeticum, Stobaei Hermetica 23.51-52
Not analysed yet
[[ἐφάνη μὲν οὐρανὸς ἄνω συγκεκοσμημένος τοῖς ἑαυτοῦ μυστηρίοις πᾶσι· κραδαινομένη ἔτι γῆ ἡλίου λάμψαντος ἐπάγη, καὶ ἐφάνη πᾶσι τοῖς περὶ αὐτὴν συγκεκοσμημένοις καλοῖς. καλὰ γὰρ τῷ θεῷ καὶ τὰ θνητοῖς εἶναι νομιζόμενα φαῦλα, ὅτι δὴ τοῖς τοῦ θεοῦ νόμοις δουλεύειν ἐποιήθη. ἔχαιρε δὲ ὁ θεὸς ὁρῶν ἤδη ἑαυτοῦ τὰ ἔργα κινούμενα.]] [[πληρώσας δὲ τὰς ἰσοστασίας χεῖρας τῷ περιέχοντι τῶν ἐκ τῆς φύσεως ὑπαρχόντων, καὶ τὰς δράκας καρτερῶς σφίγξας, Λάβε, εἶπεν, ὦ ἱερὰ γῆ, λάβε, πάντιμε καὶ εἶναι γεννήτειρα μέλλουσα πάντων, καὶ μηδενὶ ἐντεῦθεν λείπεσθαι δόκει. εἶπεν ὁ θεός, καὶ τὰς χεῖρας, οἵας δεῖ θεὸν ἔχειν, ἁπλώσας πάντα ἀφῆκεν ἐν τῇ τῶν ὄντων συστάσει.]]