Ancient Greek · ~3 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.56
Not analysed yet
ἀνάΔειΖον ἤδη σεαυτὸν χρῃματιζοντι τῷ κόσμῳ, καὶ τοῦ βίου τὸ ἄγριον λῦ[η]σον. [[εἰρήνῃ χάρισο νόμους τῷ βίῳ. χάρισαι νυκτὶ χρησμούς. πλήρωσον καλῶν ἐλπίδων πάντα.]] φοβείσθωσαν ἄνθρωποι τὴν ἀπὸ θεῶν ἐκδικίαν, καὶ οὐδεὶς ἁΜαρτήσει. [ἐπαξίους ἁμαρτημάτων μισθοὺς ἂν ἀπολάβωσι⟨ν οἱ ἁμαρτόντες⟩, φυλάξονται οἱ λοιποὶ τὸ ἀδικεῖν.] [φοβηθήσονται ὅρκους, καὶ οὐδὲ εἷς ἔτι ἀνόσιον φρονήσει.] ⟨⟨εἰρήνηΝ χαρισάΜΕΝος τῷ βίῳ [χάρισαι νυκτὶ χρησμούς] πλήρωσον καλῶν ἐλπίδων πάντα· ⟩⟩⟨καὶ⟩ μαθέτωσαν εὐεργετηθέντες εὐχαριστῆσαι, ἵνα [χαῖρον] [παρὰ λοιβαῖς] παρὰ θυσίαις ὑπηρετ⟨οῦν⟩ ἐΓὼ τὸ πῦρ [ἵν᾽] εὐώδεις ἀτμοὺς ἀπ᾽ ἐσχάρας προπέμψω σοι. [[μαίνομαι γάρ, ὦ δέσποτα, μέχρι νῦν, καὶ ὑπὸ τῆς τῶν γενομένων ἀνθρώπων ἀθέου τόλμης σάρκας ἀναγκάζομαι τήκειν.]] [[οὐκ ἐῶσί τε μένειν εἰς ὃ πέφυκα, παραχααράσσοντες οὐ καθηκόντως τὸ ἄφθαρτον.]]