Ancient Greek · ~2 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.55
Not analysed yet
καὶ δὴ ⟨⟨τὸ πῦρ, πρῶτον⟩⟩ ⟨γὰρ⟩ [καὶ] εἶχε τὴν τοῦ λέγειν ἐξουσίαν [[τὸ πῦρ πρῶτον]], Δέσποτα [δὲ] ἔλεγε καὶ τοῦ καινοῦ τούτου κόσμου τεχνῖτα, ⟨οὗ⟩ καὶ [[κρυπτὸν]] ⟨⟨σεβαστὸν ⟨τὸ⟩ ὄνομα⟩⟩ ἐν θεοῖς καὶ ⟨⟨κρυπτὸν⟩⟩ [[σεβαστὸν ὄνομα]] [μέχρι νῦν ἅπασιν] ἀνθρώποις, μέχρι πότε [ὦ δαῖμον] ἄθεον καταλεῖψαι τὸν θνητῶν βίον προ[ς]αίρεσιν ἔχεις; ⟨⟨οὐκ ἐῶσί Με ⎡μένειν⎤ εἰς ὃ πέφυκα, παραχαράσσοντες οὐ καθηκόντως τὸ ἄφθαρτον· ⟩⟩⟨⟨μ⟨ι⟩αίνομαι γάρ, ὦ δέσποτα, [μέχρι νῦν,] καὶ ὑπὸ τῆς τῶν [γενομένων] ἀνθρώπων [ἀθέου] τόλμης σάρκας ἀναγκάζομαι τήκειν. ⟩⟩