Ancient Greek · ~2 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.61
Not analysed yet
ἐντεῦθεν, κύριε, ⟨ἐπεὶ⟩ [καὶ] τοὺς οὐκ ἀξίους ἀναγκάζομαι χωρεῖν, χωρῆσαι θέλω μεθ᾽ ὧν φέρω πάντων καὶ θεόν. ⟨μέχρι πότε⟩ ⟨⟨ὁ ἐπιχθόνιός σου κόσμος, ⟨θνητῶν⟩ πεπληρωμένος, θεὸν οὐκ ἔχει; ⟩⟩χάρισαι τῇ γῇ, κἂν [οὐ] ⟨μὴ⟩ σεαυτόν, οὐ γὰρ σὲ χωρεῖν ὑπομένω, ⟨ἀλλὰ⟩ σαυτοῦ ⟨γέ⟩ τινα ἱερὰν ἀπόρροιαν. [[στοιχείων τιμιωτέραν τῶν ἄλλων τὴν γῆν μετεποίησαν.]] [μόνῃ γὰρ αὐχεῖν τῶν ἀπὸ σοῦ πρέπει τὰ πάντα παρεχούσῃ.]