Ancient Greek · ~2 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.62
Not analysed yet
τοσαῦτα μὲν τὰ στοιχεῖα εἶπεν· ὁ δὲ θεός, ἱερᾶς [ἐν τῷ λέγειν] φωνῆς τὰ σύμπαντα πληρώσας, Πορεύεσθε, εἶπεν, ἱερὰ καὶ μεγάλου πατρὸς ἄξια τέκνα, καὶ κατὰ μηδένα τρόπον νεωτερίζειν ἐπιχειρεῖτε, μηδὲ ἀργὸν τῆς ἐξ ὙΜῶν ὑπηρεσίας τὸν σύμπαντά μου κόσμον καταλείπετε. ἑτέρα γὰρ ἐν ὑμῖν τις ἤδη ⟨κατοικήσει⟩ τῆς ἐμῆς ἀπόρροια φύσεως, ὃς δὴ καὶ ὅσιος ἔσται τῶν πραττομένων ἐπόπτης, καὶ ζώντων μὲν κριτὴς ἀμεθόδευτος, φρικτὸς δ⟨ὲ⟩ [οὐ μόνον ἀλλὰ καὶ τιμωρὸς] τῶν ὑπὸ γῆν τύραννος· [καὶ] ἑκάστῳ δὲ τῶν ἀνθρώπων ἀκολουθήσει ⎡διὰ γένους⎤ μισθὸς ἐπάξιος.