Ancient Greek · ~2 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.67
Not analysed yet
[οὗτοι πρῶτοι δείξαντες δικαστήρια] [[εὐνομίας τὰ σύμπαντα καὶ δικαιοσύνης ἐπλήρωσαν.]] οὗτοι, δεξιᾶς καὶ πίστεως ἀρχηγέτΗΝ [γενόμενοι καὶ] τὸν μέγιστον θεὸν Ὅρκον εἰσαγαγόντε⟨ς⟩ εἰς τὸν βίον, ⟨⟨εὐνομίας τὰ σύμπαντα καὶ δικαιοσύνης ἐπλήρωσαν. ⟩⟩οὗτοι, ⟨⟨τὸ φθόριμον τῶν σωμάτων ἐπιγνόντες,⟩⟩ τοὺς παυσαμένους τοῦ ζῆν ὡς δέον ἐστὶ[ν] [[ἐδίδαξαν]] περιστέλλειν ⟨⟨ἐδίδαξαν⟩⟩· οὗτοι, τὸ τοῦ θανάτου ζητήσαντες αἴτιον, ἔγνωσον ὡς τοῦ ἔξωθεν ⟨⟨εἰς τὰ τῶν ἀνθρώπων πλάσματα⟩⟩ ⟨εἰσελθόντος⟩ πνεύματος φιλυποστρόφου τυγχάνοντος [[εἰς τὰ τῶν ἀνθρώπων πλάσματα]] ⎡ἐὰν ὑστερήσῃ ποτέ, ἀνάκτησιν οὑκ ἔχουσαν ἐργάζεται λ[ε]ιποθυμίας. ⎤οὗτοι, τὸ περιέχον ὃτι δαιμόνων ἐπληρώθη παρὰ Ἑρμοῦ μαθόντες, ⟨. . . ἐν⟩ κρυπταῖς στήλαις ἐχάραξαν.