Ancient Greek
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.68
Not analysed yet
οὗτοι [μόνοι], τὰς κρυπτὰς νομοθεσίας τοῦ θεοῦ [παρὰ Ἑρμοῦ] μαθόντες, [τεχνῶν καὶ ἐπιστημῶν καὶ ἐπιτηδευμάτων ἁπάντων εἰσηγηταὶ] τοῖς ἀνθρώποις ἐγένοντο [καὶ νομοθέται. [[οὗτοι, παρ᾽ Ἑρμοῦ μαθόντες ὡς τὰ κάτω συμπαθεῖν τοῖς ἄνω ὑπὸ τοῦ δημιουργοῦ διετάγη, τὰς προσκαθέτους τοῖς ἐν οὐρανῷ μυστηρίοις ἱεροποιίας ἀνέστησαν ἐν γῇ.]] οὗτοι [[τὸ φθόριμον τῶν σωμάτων ἐπιγνόντες]] τὸ ⎡ἐν ἅπασι τέλειον⎤ τῶν προφητῶν ἐτεχνάσαντο, [ὡς μήποτε ὁ μέλλων θεοῖς προσάγειν χεῖρας προφήτης ἀγνοῇ τι τῶν ⟨δε⟩ὀντων,] ἵνα φιλοσοφίᾳ μὲν [καὶ μαγείᾳ] ⟨τὴν⟩ ψυχὴν τρέφῃ, σώζῃ δ᾽ [[ὅταν τι πάσχῃ]] ἰατρικῇ ⟨τὸ⟩ σῶμα ⟨⟨ὅταν τι πάσχῃ⟩⟩.