Ancient Greek
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.8
Not analysed yet
ἀλλ᾽ οὐ καθῆκον ἀτελῆ τὴν ἀπαγγελίαν, ὦ τέκνον, ταύτην με[ν] καταλεῖψαι, εἰπεῖν δ᾽ ὅσα τὰς βίβλους κατατιθέμενος ἐξεῖπε[ι]ν Ἑρμῆς. [ἐξ]εἶπε γὰρ οὕτως· Ὦ ἱεραὶ βίβλοι, τῶν [α]φθαρτῶν ⎡αἳ τετεύχαταί⎤ μου χειρῶν, ἃς τῷ τῆς ἀφθαρσίας φαρμάκῳ ⎡χορείας ἐπικματῷ⎤, ἀσαπεῖς πάντας αἰῶνας [καὶ ἄφθαρτοι] διαμείνατε [χρόνους], ἀθεώρητοι καὶ ἀνεύρετοι γιγνόμεναι παντὶ τῷ τὰ Γῆς ταύτης περ⟨ι⟩οδεύειν μέλλοντι πεδία, ἄχρις οὖ γέρων οὐρανὸς συστήματα ὑμῶν ἄξια τεκνώσηται [ἃς ψυχὰς ὁ δημιουργὸς προσηγόρευσε]. τοσαῦτα [εἰπὼν τὰς βίβλους καὶ] τοῖς ἑαυτοῦ κατευξάμενος ἔργοις, ⟨ταῖς ἀ⟩ιδίοις ⟨ἐν⟩τεμενίζεται ζώναις.