Ancient Greek
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.7
Not analysed yet
Ἑρμῆς μὲν οὖν ⎡ἀπελογεῖτο τῷ περιέχοντι ὡς⎤ οὐδὲ τῷ παιδὶ παρέδωκεν ὁλοτελῆ ⟨τὴν⟩ θεωρίαν, διὰ τὸ ἔτι τῆς ἡλικίας Νεοειδές. ⟨εἶπε δὲ οὕτως· ⟩Ἐγὼ δΗ [τῆς ἀνατολῆς γενόμενος] τοῖς πάντα βλέπουσιν ὀφθαλμοῖς ⟨τοῦ νοῦ⟩ τὰ τῆς ⎡ἀνατολῆς⎤ ⟨ἐ⟩θεώρησα[ι τι] ἀειδ῀Η· καὶ ἐπισκοποῦντί ⟨μοι⟩ βραδέως μέν, ἀλλ᾽ οὖν ἦλθεν ἡ ἀκριβὴς [δια]γνῶσις. ⟨. . . χρή με⟩ πλησίον τῶν Ὀσίριδος κρυφίων ἀποθέσθαι τὰ ἱερὰ τῶν κοσμικῶν στοιχείων σύμβολα, ἐπικατευξάμενον δὲ [καὶ τοὺς λόγους τούσδε εἰπόντα[ς]] εἰς οὐρανὸν ἀπελθε⟨ῖ⟩ν.