Ancient Greek
Excerpt 24
Corpus Hermeticum, Stobaei Hermetica 24.1
Not analysed yet
Σὺ δέ, ὦ παῖ μεγαλόψυχε, εἴ τι θέλεις ἕτερον ἐπεράτα. καὶ εἶπεν Ὧρος· Ὦ πολυτίμητε μῆτερ, εἰδῆσαι θέλω πῶς γίγνονται βασιλικαὶ ψυχαί. —καὶ εἶπεν Ἶσις· Ἡ γιγνομένη, τέκνον Ὧρε, περὶ τὰς βασιλικὰς ψυχὰς διαφορὰ τοιαύτη τίς ἐστιν. [ἐπεὶ γὰρ] τόποι τέσσαρές εἰσιν ἐν τῷ παντί, οἵτινες ἀπαραβάτῳ νόμῳ καὶ ⟨βασιλικῇ⟩ προστασίᾳ ὑποπίπτουσιν, ὅ τε οὐρανὸς καὶ ⟨ὁ⟩ αἰθὴρ καὶ ὁ ἀὴρ καὶ ἡ [ἱερωτάτη] γῆ. καὶ ἄνω μέν, ὦ τέκνον, ἐν οὐρανῷ θεοὶ κατοικοῦσιν, ὧν ἄρχει μετὰ καὶ τῶν ἄλλων πάντων ὁ τῶν ὅλων δημιουργός· ἐν δὲ τῷ αἰθέρι ἀστέρες, ὦν ἄρχει ὁ μέγας φωστὴρ ἥλιος· ἐν δὲ τῷ ἀέρι ψυχαὶ [δὲ μόναι], ὧν ἄρχει σελήνη· ἐπὶ δὲ τῆς γῆς ἄνθρωποι [καὶ τὰ λοιπὰ ζῷα], ὦν ἄρχει ὁ ⟨ἀεὶ⟩ [[κατὰ καιρὸν]] βασιλεύς· γεννῶσι γάρ ⟨⟨κατὰ καιρόν⟩⟩, ὦ τέκνον, [βασιλεῖς] ⟨ἄνθρωπον⟩ οἱ θεοὶ ἐπάξιοΝ τῆς ἐπιγείου (ἡ⟩γ⟨εμ⟩ονίας.