Ancient Greek · ~2 min
23.69 to 23.70
Corpus Hermeticum, Stobaei Hermetica 23.69-70
Not analysed yet
ταῦτα πάντα ποιήσαντες, ὦ τέκνον, Ὄσιρίς τε κἀγώ τὸν κόσμον πληρέστατον ἰδόντες ⟨ἀγαθῶν γενόμενον⟩ [[ἀπῃτούμεθα λοιπὸν]] ὑπὸ τῶν τὸν οὐρανὸν κατοικούντων, ⟨⟨ἀπῃτούμεθα λοιπὸν⟩⟩ ⟨. . . ⟩. ἀλλ᾽ οὐκ ἦν ἀνελθεῖν πρὶν ⟨ὕμνῳ⟩ ἐπικαλέσασθαι τὸν μόναρχον, ἵνα δὴ ⎡καὶ τῆς θεωρίας ταύτης⎤ πλῆρες τὸ περιέχον γένηται, αὐτοί τε εὐπαράδεκτοι [εὐτυχήσωμεν] ⟨ποιησώμεθα⟩ τὴν ἀνάβασιν. [χαίρει γὰρ ὕμνοις ὁ θεός.] —Ὦ τέκουσα, εἶπεν Ὧρος, κἀμοὶ χάρισαι τὴν τοῦ ὕμνου ἐπίγνωσιν [ὡς μὴ ἀμαθὴς ὑπάρχω]. —Καὶ εἶπεν Ἶσις, Πρόσεχε, παῖ.