Ancient Greek · ~3 min
Excerpt 24
Corpus Hermeticum, Stobaei Hermetica 24.11
Not analysed yet
καὶ εἶπεν Ὧ ρος· Διὰ τίνα οὖν αἰτίαν, ὦ τεκοῦσα, οἱ ἔξω τῆς ἱερωτάτης ἡμῶν χώρας ἄνθρωποι [ταῖς διανοίαις] οὐχ οὝτως εἰσὶ συνετοὶ ὡς οἱ ἡμέτεροι; —καὶ εἶπεν Ἶσις· Ἡ γῆ μέσον τοῦ παντὸς ὑπτία κεῖται, ὥσπερ ἄνθρωπος, ⟨πρὸς⟩ οὐρανὸν βλέπουσα. μεμέρισται δὲ καθ᾽ ὅσα μέρη ὁ ἄνθρωπος μερίζεται· [⟨ἐμ⟩βλέπει δ᾽ [ἐν] οὐρανῷ καθάπερ πατρὶ ἰδίῳ, ὅπως ταῖς ἐκείνου μεταβολαῖς καὶ αὐτὴ [τὰ ἴδια] συμμεταβάλλῃ· καὶ πρὸς μὲν τῷ νότῳ τοῦ παντὸς κειμένην ἔχει τὴν κεφαλήν, πρὸς δὲ τῷ ἀπηλιώτῃ ⟨τὸν⟩ δεξιὸν ὦμον, ⟨πρὸς δὲ τῷ λιβὶ τὸν εὐώνυμον,⟩ ὑπὸ ⟨δὲ⟩ τῊΝ ἄρκτοΝ τοὺς πόδας, [τὸν δὲ εὐώνυμον ὑπὸ τὴν κεφαλὴν τῆς ἄρκτου,] τοὺς δὲ μηροὺς ἐν τοῖς μετὰ τὴν ἄρκτον [τὰ δὲ μέσα ἐν τοῖς μέσοις].