Ancient Greek · ~3 min
Excerpt 24
Corpus Hermeticum, Stobaei Hermetica 24.12
Not analysed yet
καὶ τούτου σημεῖόν ἐστι τὸ τοὺς μὲν νοτιαίους τῶν ἀνθρώπων καὶ ἐπὶ τῇ κορυφῇ ⟨τῆς γῆς⟩ οἰκοῦντας εὐκορύφους ⟨⟨εἶναι⟩⟩ καὶ καλλίτριχας, τοὺς δὲ ἀπηλιωτικοὺς πρὸς μάχην προχείρους [[εἶναι]] καὶ τοξι[α]κούς,—[αἰτία] ⟨κρείττων⟩ γὰρ τούτοιϲ ἡ δεξιὰ χείρ ἐστι,—τοὺς δ᾽ ἐν τῷ λιβὶ ⎡ἀσφαλεῖς⎤ εἶναι καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀριστερομάχους [καὶ ⟨ἐν⟩ ὅσοιϲ ἄλλοι τῷ δεξιῷ μέρει ἐνεργοῦσιν, αὐτοὺς τῷ εὐωνύμῳ ⎡προστιθεμένους⎤], τοὺς δὲ ὑπὸ τὴν ἄρκτον [πρός τινα] ⟨. . . ⟩τοὺς πόδας, καὶ ἄλλως εὐκνήμους. [τοὺς] ⟨οἱ⟩ δὲ μετὰ τούτους καὶ μικρῷ πόρρω [τὸ νῦν Ἰταλικὸν κλίμα καὶ τὸ Ἑλλαδικόν], πάντες δῊ οὗτοι καλλίμηροί εἰσι καὶ εὐπΥγ[ον]ότεροι [ὥστε τῇ τοῦ κάλλους τῶν μερῶν τούτων ὑπερβολῇ καὶ τοὺς ἐνταῦθα ἀνθρώπους καταβαίνειν πρὸς τὴν τῶν ἀρρένων ὁμιλίαν.]