Ancient Greek · ~3 min
Excerpt 24
Corpus Hermeticum, Stobaei Hermetica 24.14
Not analysed yet
ἄλλως τε, ὁ μὲν νότος, ὦ παῖ, δεκτικὸς ὢν τῶν ἐκ τοῦ περιέχοντος συνισταμένων νεφῶν, ⟨. . . ⟩. αὐτίκα γοῦν καὶ διὰ τὴν οὕτως αὐτῶν γενομένων ἐκεῖ⟨σε⟩ [κ] ἀΝακομιδὴν ἐκεῖθεν ῥεῖν λέγουσιν καὶ τὸν ἡμέτερον πο⟨ταμόν⟩, λυομένης ἐκεῖ τῆς ⎡πάχνης⎤. ὅπου δ᾽ ἂν ἐμπέσῃ νεφέλη, τὸν Ὑποκείμενον ἤχλυσεν ἀέρα, καὶ τρόπον τινὰ καπνοῦ κατέπλΗσε· καπνὸς δὲ ἢ ἀχλὺς οὐ μόνον ὀΜμάτων ἐστὶν ἐμπόδιον, ἀλλὰ καὶ νοῦ. ὁ δὲ ἀπηλιώτης, ὦ μεγαλόδοξε Ὧρε, τῇ σύνεΓΓΥϹ τοῦ ἡλίου ἀνατολῇ θορυβούμενος καὶ ἐκθερμαινόμενος, ὁμοίως δὲ καὶ ὁ ἀντικείμενος τούτῳ λίψ μετέχων τῶν αὐτῶν κατὰ δυσμάς, ⟨οὐκ⟩ [οὐδεμίαν] εἰλικρινῆ ⟨τὴν⟩ [ἐπι] σΎΝεσιν ποιοῦϲι τῶν παρ᾽ αὐτοῖς γεννωμένων ἀνθρώπων· ὁ δὲ βορέας τῇ συμφάτῳ ψυχρίᾳ ἀποπήσσει μετὰ τῶν· σωμάτων καὶ τὸν νοῦν τῶν ὑπ᾽ αὐτὸν ἀνθρώπων.