Ancient Greek · ~2 min
Excerpt 24
Corpus Hermeticum, Stobaei Hermetica 24.13
Not analysed yet
πάντα δὲ ταῦτα τὰ μέρη ⟨τῆς γῆς⟩, πρός ⟨τινα μὲν ἐνεργὰ ὄντα, πρὸς δὲ⟩ τὰ ἄλλα ἀργά [ὄντα], ἀργοτέρους ⟨τὴν νόησιν⟩ ἤνεγκε καὶ τοὺς ἀπ᾽ αὐτῶν ἀνθρώπους. ἐπειδὴ δὲ ἐν τῷ μέσῳ τῆς γῆς κεῖται ἡ τῶν προγόνων ἡμῶν ἱερωτάτη χώρα, τὸ δὲ μέσον τοῦ ἀνθρωπίνου σώματος [μόνης] τῆς καρδίας ἐστι σηκός, τῆς δὲ ψυχῆς ὁρμητήριόν ἐστι⟨ν ἡ⟩ καρδία, παρὰ ταύτην τὴν αἰτίαν, ὦ τέκνον, ⟨οἱ⟩ ἐνταῦθα ἄνθρωποι τὰ μὲν ἄλλα ἔχουσιν οὐχ ἧττον ὅσα καὶ πάντες, ἐξαίρετον δὲ τῶν πάντων νοερώτεροί εἰσι [καὶ σώφρονες], ὡς ἂν ἐπὶ καρδίας ⟨γῆς⟩ γενόμενοι καὶ τραφέντες.