Ancient Greek · ~2 min
Excerpt 24
Corpus Hermeticum, Stobaei Hermetica 24.19
Not analysed yet
⟨. . . ⟩⎡ἕκαστον γὰρ τῶν στοιχείων περιβολή ἐστι τῶν σωμάτων. ⎤πᾶσα οὖν ψυχή, ἐν τῷ σώματι οὖσα, βαρεῖται καὶ θλίβεται τοῖς τέτταρσι τούτοις. [καὶ γὰρ εἰκός ἐστι καὶ ταύτην τισὶ μὲν τούτων τέρπεσθαι, τισὶ δὲ ἄχθεσθαι.] διὰ τοῦτο οὖν οὐκ ἔχει ⟨ἑντ⟩αῦθa τὴν ἀκροτάτην εὐδαιμονίαν, ἀλλ᾽ ὡς ἂν φύσει θεία οὖσα κἀν τούτοις οὖσα ⎡μάχεται⎤· καὶ νοεῖ, ἀλλ᾽ οὐχ ὅσα ἂ⟨ν⟩ ἐνόησεν ἀσύνδετος οὖσα σώματι. ἐὰν μέντοι [καὶ] τοῦτο σάλον λάβῃ καὶ ταραχὴν ἤτοι ἀπὸ νόσου ἢ ⎡φόβου⎤, τότε καὶ αὐτὴ ὥσπερ ἐν βυθῷ ⟨πεσὼν⟩ ἄνθρωπος ἐπικυμαίνεται, καὶ οὐδὲν ⟨ἀνθ⟩ισταμένΗ φέρετ⟨αι⟩.