Ancient Greek · ~2 min
25.1 to 25.2
Corpus Hermeticum, Stobaei Hermetica 25.1-2
Not analysed yet
Θαυμαστῶς, εἶπεν Ὧρος, ἕκαστά μοι διηγήσω, ὦ μέγα δυναμένη τεκοῦσα Ἶσι, ὑπὲρ τῆς θαυμαστῆς ψυχοποιίας τοῦ θεοῦ, καὶ θαυμάζων διατελῶ· οὔπω δέ μοι ἀπήγγειλας ποῦ τῶν σωμάτων ἀπολυθεῖσαι χωροῦσιν αἱ ψυχαί. βούλομαι οὖν καὶ τῆς θεωρίας ταύτης μύστης γενόμενος εὐχαριστῆσαι σοὶ μόνῃ, ἀθάνατε μῆτερ. —καὶ εἶπεν Ἶσις· Πρόσεχε, παῖ· ἀναγκαιοτάτη γὰρ ζήτησις αὕτη· ⟨⟨[μύστης] ⟨ἐγὼ⟩ δέ, [ὥσπερ] τῆς ἀθανάτου φύσεως καὐτὴ [τυγχάνουσα] ⟨μετέχουσα⟩, καὶ ὡδευκυῖα διὰ τοῦ πεδίου τῆς ἀληθείας, διεξελεύσομαί σοι τῶν ὄντων τὸ καθ᾽ ἕκαστον, ἐκεῖνό σοι φήσασα πρῶτον, ὡς δὴ⟩⟩ ⎡τὸ συνεστὸς καὶ μὴ ἀφανιζόμενον χῶρον ἔχει⎤ ⟨. . . ⟩.