Ancient Greek
Excerpt 24
Corpus Hermeticum, Stobaei Hermetica 24.3
Not analysed yet
καὶ ὁ [μὲν] ⟨ἐπὶ γῆς⟩ βασιλεὺς τῶν μὲν [ἄλλων θεῶν] ⟨δ᾽ ἀρχόντων⟩ ἐστὶν ἔσχατος, πρῶτος δὲ ἀνθρώπων. καὶ μέχρις ὅτου ἐπὶ γῆς ἐστι, τῆς μὲν ἀληθοῦς θε[ι]ότητος ἀπήλλακται, ἔχει δὲ ἐξαίρετόν τι παρ⟨ὰ τοὺς ἄλλους⟩ ἀνθρώποΥς, ὃ ὅμοιόν ἐστι τῷ θεῷ· ἡ γὰρ εἰς αὐτὸν καταπεμπομένη ψυχή [ἐξ ἐκείνου] ἐστι⟨ν ἐκ⟩ [τοῦ] χωρίου ὃ ὑπεράνω κεῖται ἐκείνων ἀφ᾽ ὧν εἰς τοὺς ἄλλους καταπέμπονται ἀνθρώπους.