Ancient Greek
Excerpt 24
Corpus Hermeticum, Stobaei Hermetica 24.4
Not analysed yet
καταπέμπονται δὲ ἐκεῖθεν εἰς τὸ βασιλεύειν διὰ δύο ταῦτα αἱ ψυχαί, ὦ τέκνον· αἱ ⟨μὲν⟩ [γὰρ] καλῶς καὶ ἀμέμπτως δραμοῦσαι τὸν ἴδιον ἀΓῶνα, καὶ μέλλουσαι ἀποθεοῦσθαι, ἵνα κἀν τῷ βασιλεύειν ⟨εἰς⟩ τὴν τῶν θεῶν προγυμνασθῶσιν ἐξουσίαν· αἱ ⟨δέ⟩, θεῖαί τινες ἤδη οὖσαι, καὶ ἐΝ μικρῷ τινι παραθεμιστεύσασαι τὸν [ἐν] θε⟨ῖ⟩ον γνώμονα, ἵνα [μὴ] κόλασιν μὲν ἐν τῷ ⟨ἐν⟩σεσωματίσθαι ὑπομένωσι [δι᾽ ἀδοξίαν καὶ φύσιν], μηθὲν ⟨δὲ⟩ ὅμοιον ταῖς ἄλλαις πάσχωσιν [ένσαωματισθεσαι], ἀλλ᾽ ὅπερ ⟨προ⟩εῖχον λελυμέναι, τοῦτο καὶ δεθεῖσαι ⟨προ⟩έχωσιν.