Ancient Greek
Excerpt 24
Corpus Hermeticum, Stobaei Hermetica 24.7
Not analysed yet
Καλῶς,εἶπεν Ὧρος, [ἅπαντα] ⟨ταῦτά⟩ μοι ⟨ἐξήπλωσας⟩, ὦ τεκοῦσα· πῶς δὲ εὐγενεῖς γίγνονται ψυχαί, οὐδέπω μοι διηγήσω. —[Πῶς γίγνονται εὐγενεῖς ψυχαί.] Ὃν τρόπον ἐπὶ γῆς, ὦ τέκνον Ὧ ρε, εἰσί τινες πολιτεῖαι διαφέρουσαι ἀλλήλων, οὕτως καὶ ἐπὶ τῶν ψυχῶν ἐστι. καὶ αὗται γὰρ τόπους ἔχουσιν ὅθεν ὡρμῶσι, καὶ ἡ ἀπὸ τοῦ ἐνδοξοτέρου τόπου ὡρμηκυῖα εὐγενεστέρα ἐστὶ τῆς μὴ οὕτως ἐχούσης. ὅνπερ γὰρ τρόπον ἐΝ ἀνθρώποις ὁ ἐλεύθερος εὐγενέστερος εἶναι δοκεῖ δούλου,—τὸ γὰρ [[ἐν ταῖς ψυχαῖς]] ὑπερέχον καὶ βασιλικὸν δουλοποιεῖ⟨ται⟩ τὸ ὑπερεχόμενον ἐξ ἀνάγκης,οὔταω δή, ὦ τέκνον, καὶ ⟨⟨ἐν ταῖς ψυχαῖς⟩⟩ ⟨ἔχει⟩. —