Ancient Greek
Excerpt 24
Corpus Hermeticum, Stobaei Hermetica 24.6
Not analysed yet
ὅταν οὖν οἱ κατάγοντες αὐτὴν ἄγγελοι καὶ δαίμονες, τέκνον Ὧρε, πολεμικοὶ ὦσι, ⟨τότε καὶ αὐτὴ πολεμεῖ· ⟩[τούτων ⟨γὰρ⟩ περικρατεῖ[ν] τῆς γνώμης ἡ ψυχή [ἔχει ἢ] ἐπιλαθομένη τῶν ἑαυτῆς ἔργων, μΌΝων δὲ μεμνημένη [τούτων μέχρι] τῶν ⟨ἀπὸ⟩ τῆς [ε] ἱερᾶς συνοδίας προσγεγονότων·] ὅταν δὲ εἰρηνικοί, τότε καὶ αὐτὴ [τὸν ἴδιον δρόμον] εἰρηνοποιεῖται· ὅταν δὲ δικαστικοί, τότε καὶ αὐτὴ δικάζει· ὅταν δὲ μουσικοί, τότε καὶ αὐτὴ ἄδειὅταν δὲ φιλαλήθεις, τότε καὶ αὐτὴ φιλοσοφεῖ. ὡς γὰρ ἐξ ἀνάγκης αἱ ψυχαὶ αὗται τῆς τῶν καταγόντων περικρατοῦσι γνώμης· πίπτουσι γὰρ εἰς τὴν ἀνθρωπότητα τῆς μὲν ἰδίας φύσεως ἐπιλαθόμεναι [καὶ παρόσον μακρὰν αὐτῆς ἀπέστησαν], μεμνη⟨μέ⟩Ναι δὲ τῆς τῶν κατακλεισάντων αὐτὰς διαθέσεως. —