Ancient Greek · ~2 min
Excerpt 26
Corpus Hermeticum, Stobaei Hermetica 26.1
Not analysed yet
Τὸ μεταξὺ γῆς καὶ οὐρανοῦ κεχωρίσται, τέκνον Ὧρε, πρὸς μέτρον καὶ ἁρμονίαν. αἱ δὲ χῶραι αὗται ὑπὸ τῶν προγόνων καλοῦνται ὑφ᾽ ὧν μὲν ζῶναι, ὑφ᾽ ὧν δὲ στερεώματα, ὑπὸ δὲ ἑτέρων πτυχαί. ἐν δὲ ταύταις φοιτῶσιν αἵ τε ἀπολελυμέναι τῶν σωμάτων ψυχαὶ αἵ τε μηδέπω ἑνσαωματισθεῖσαι. ἑκάστη δὲ τούτων, ὦ τέκνον, κατὰ τὴν ἀξίαν καὶ χώραν ἔχει, ὥστε τὰς μὲν θείας καὶ βασιλικὰς ἐν τῇ ὑπεράνω πάντων κατοικεῖν, τὰς δὲ ἐλαχίστας κατὰ τιμΉν, καὶ [τὰς ἄλλας] ὅσαι εἰσὶ χαμαιπετεῖς, ἐν τῇ ὑποκάτω πάντων, τὰς δὲ μέσας ⟨ἐν⟩ τῇ μέσῃ.